previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μυθολογεῖται δὲ ὑπὸ τῶν βαρβάρων τὸ ὄρος, καὶ Ἕλληνες ἐπ᾽ αὐτῷ ᾄδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλονται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν Προμηθεὺς τοῖς σπλάγχνοις: δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην, οἱ δ᾽ ἐν κορυφῇ τοῦ ὄρους: δικόρυμβος δὲ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπ᾽ αὐτῶν ἐδέθη διαλειπουσῶν οὐ μεῖον στάδιον, τοσοῦτος γὰρ εἶναι. τὸν δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες [p. 45] ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πάγοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπ᾽ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες: ὧδε γὰρ τοῦ μύθου ἥττηνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: