previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος: εὐωχεῖται μὲν γὰρ ἐπὶ στιβάδος βασιλεὺς καὶ τῶν ξυγγενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέχουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφ᾽ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυρρίνῃ, φέροντες δὲ Ἰνδοῖς μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες, διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες [p. 70] καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραιτοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνίσχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπειδὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφ᾽ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν: παῖς γάρ τις, ὥσπερ τῶν ὀρχηστρίδων, ἀνερριπτεῖτο κούφως συναφιεμένου αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι: γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: