previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλωνίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέαἆρ᾽ ἂνἔφηποιήσαιό με συμπότην;’ ἤρετο δ᾽ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶτοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω [p. 69] διελέγου;’ φήσαντοςἔδεισαἔφηθρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδ᾽ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δηλώσω.’ ‘τί οὖνεἶπενοὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλ᾽ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν;’ ‘ὅτι σεἔφηβελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βασιλικώτερον σοφία ἔχει.’ καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφ᾽ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφ᾽ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔρρωτο ὑπό τε ἡλικίαςἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγονὼς ἦνὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυτὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσσίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς, ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: