previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐ ξυγχωρεῖ μοι λόγος παρελθεῖν, περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι: πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμβουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν παρατάξεσθαί ποτε αὐτόνεἰ τοιοῦτόν ἐστί μοιἔφητὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν.’ ἀπαγγείλαντος δὲ αὐτῷ τινος, ὅτι Δαρεῖον ᾕρηκεβασιλέα,’ ἔφηἄνδρα δὲ οὔ.’ τὸν δὲ ἐλέφαντα, ἐφ᾽ οὗ μάχεσθαι ἔμελλε, κοσμήσαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντοςοὗτος σέ, βασιλεῦ, οἴσει,’ ‘ἐγὼ μὲν οὖνἔφητοῦτον, ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι.’ γνώμην δὲ ποιουμένων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, ‘οὐκ ἔστινἔφητῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι.’ μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλεξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, ‘εἰ δὲ προσεκύνησας διαβάντα, Πῶρε, οὔτ᾽ ἂν ἡττήθης μαχόμενος οὔτ᾽ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτ᾽ ἂν αὐτὸς ἐτέτρωσο,’ ‘ἐγὼ τὸν Ἀλέξανδρονεἶπεφιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην: παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην.’ τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστοροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς [p. 64] Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: