previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι: τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ δι᾽ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους καὶ Μυκάλην στείχοντος, τελευτῶσα ἐς θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτ᾽ ἄν, ἀλλ᾽ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις, ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολλοῦ [p. 44] τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν οἵ τε ἄνεμοι ἀπ᾽ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμφυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ΑΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατταν ἑτέρῳ ἀγκῶνι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: