previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἴγυπτον; κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολλοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦσαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν βασιλεὺς ἐπὶ τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλαναςτὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δἰ, οἶμαι, τὸ ἑαυτῶν χρῶμαθύσαντα δὲ καταποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμένον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφ᾽ ὅτῳ μὲν τοῦτο πράττει βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰνδούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦσθαι τοῦτο ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: