previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδὼν δὲ τοὺς ἐλέφαντας Ἀπολλώνιος τὸν Ἰνδὸν περαιουμένους, ἦσαν δέ, οἶμαι, τριάκοντα, καὶ χρωμένους ἡγεμόνι τῷ σμικροτάτῳ σφῶν, καὶ τοὺς μείζους αὐτῶν ἀνειληφότας τοὺς αὑτῶν πώλους ἐπὶ τὰς τῶν ὀδόντων προβολὰς τάς τε προνομαίας ἐπεζευχότας δεσμοῦ ἕνεκαταῦτα μέν,’ ἔφη Δάμι, οὐδὲ ἐπιτάττοντος οὐδενὸς αὐτοῖς ἀφ᾽ ἑαυτῶν οὗτοι διὰ ξύνεσίν τε καὶ σοφίαν πράττουσι, καὶ ὁρᾷς, ὡς παραπλησίως τοῖς σκευαγωγοῦσιν ἀνειλήφασι τοὺς πώλους καὶ καταδησάμενοι αὐτοὺς ἄγουσιν;’ ‘ὁρῶ,’ ἔφη Ἀπολλώνιε, ὡς σοφῶς τε αὐτὸ καὶ ξυνετῶς πράττουσι. τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόντισμα τοῖς ἐρεσχελοῦσι φυσικὴν μὴ τὴν πρὸς τὰ τέκνα εἶναι εὔνοιαν; τουτὶ γὰρ καὶ ἐλέφαντες ἤδη βοῶσιν, ὡς παρὰ τῆς φύσεως αὐτοῖς ἥκει: οὐ γὰρ δὴ παρὰ ἀνθρώπων γε μεμαθήκασιν αὐτό, ὥσπερ τὰ ἄλλα, οἵ γε μηδὲ ξυμβεβιώκασί πω ἀνθρώποις, ἀλλὰ φύσει κεκτημένοι τὸ φιλεῖν, ἔτεκον, προκήδονταί τε αὐτῶν καὶ παιδοτροφοῦσι.’ ‘καὶ μὴ τοὺς ἐλέφαντας εἴπῃς, Δάμι: τοῦτο γὰρ τὸ ζῷον δεύτερον ἀνθρώπου τάττω κατὰ ξύνεσίν τε καὶ βουλάς, ἀλλὰ τάς τε ἄρκτους ἐνθυμοῦμαι μᾶλλον, ὡς ἀγριώταται θηρίων οὖσαι πάνθ᾽ ὑπὲρ τῶν σκύμνων πράττουσι, τούς τε λύκους, ὡς ἀεὶ προσκείμενοι τῷ ἁρπάζειν μὲν θήλεια φυλάττει, ἔτεκεν, δὲ ἄρρην ὑπὲρ σωτηρίας τῶν σκυλάκων ἀπάγει αὐτῇ σῖτον, τάς τε παρδάλεις ὡσαύτως, αἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες, δεσπόζειν γὰρ δὴ τότε βούλονται τῶν ἀρρένων καὶ τοῦ οἴκου ἄρχειν, οἱ δὲ ἀνέχονται τὸ ἐξ αὐτῶν πᾶν ἡττώμενοι τοῦ τόκου. λέγεται δέ τις καὶ περὶ τῶν λεαινῶν λόγος, ὡς ἐραστὰς μὲν ποιοῦνται τοὺς παρδάλεις καὶ δέχονται αὐτοὺς ἐπὶ [p. 57] τὰς εὐνὰς τῶν λεόντων ἐς τὰ πεδία, τῆς δὲ γαστρὸς ὥραν ἀγούσης ἀναφεύγουσιν ἐς τὰ ὄρη καὶ τὰ τῶν παρδάλεων ἤθη, στικτὰ γὰρ τίκτουσιν, ὅθεν κρύπτουσιν αὐτὰ καὶ θηλάζουσιν ἐν σκολιαῖς λόχμαις πλασάμεναι ἀφημερεύειν πρὸς θήραν. εἰ γὰρ φωράσειαν τουτὶ οἱ λέοντες, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπορὰν ὡς νόθον. ἐνέτυχες δήπου καὶ τῶν Ὁμηρείων λεόντων ἑνί, ὡς ὑπὲρ τῶν ἑαυτοῦ σκύμνων δεινὸν βλέπει καὶ ῥώννυσιν ἑαυτὸν μάχης ἅπτεσθαι. καὶ τὴν τίγριν δὲ χαλεπωτάτην οὖσάν φασιν ἐν τῇδε τῇ χώρᾳ καὶ περὶ τὴν θάλατταν τὴν Ἐρυθρὰν ἐπὶ τὰς ναῦς ἵεσθαι, τοὺς σκύμνους ἀπαιτοῦσαν, καὶ ἀπολαβοῦσαν μὲν ἀπιέναι χαίρουσαν, εἰ δὲ ἀποπλεύσαιεν, ὠρύεσθαι αὐτὴν πρὸς τῇ θαλάττῃ καὶ ἀποθνήσκειν ἐνίοτε. τὰ δὲ τῶν ὀρνίθων τίς οὐκ οἶδεν; ὡς ἀετοὶ μὲν καὶ πελαργοὶ καλιὰς οὐκ ἂν πήξαιντο μὴ πρότερον αὐταῖς ἐναρμόσαντες μὲν τὸν ἀετίτην λίθον, δὲ τὸν λυχνίτην ὑπὲρ τῆς ᾠογονίας καὶ τοῦ μὴ πελάζειν σφίσι τοὺς ὄφεις. κἂν τὰ ἐν τῇ θαλάττῃ σκοπῶμεν, τοὺς μὲν δελφῖνας οὐκ ἂν θαυμάσαιμεν, εἰ χρηστοὶ ὄντες φιλοτεκνοῦσι, φαλαίνας δὲ καὶ φώκας καὶ τὰ ζῳοτόκα ἔθνη πῶς οὐ θαυμασόμεθα, εἰ φώκη μέν, ἣν εἶδον ἐγὼ ἐν Αἰγαῖς καθειργμένην ἐς κυνήγια, οὕτως ἐπένθησεν ἀποθανόντα τὸν σκύμνον, ὃν ἐν τῷ οἰκίσκῳ ἀπεκύησεν, ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον, καίτοι βορωτάτη θηρίων οὖσα, φάλαινα δὲ ἐς τοὺς χηραμοὺς τῆς φάρυγγος ἀναλαμβάνει τοὺς σκύμνους, ἐπειδὰν φεύγῃ τι ἑαυτῆς μεῖζον; καὶ ἔχιδνα ὤφθη ποτὲ τοὺς ὄφεις, οὓς ἀπέτεκε, λιχμωμένη καὶ θεραπεύουσα ἐκκειμένῃ τῇ γλώττῃ. μὴ γὰρ δεχώμεθα, Δάμι, τὸν εὐήθη λόγον, ὡς ἀμήτορες οἱ τῶν [p. 58] ἐχιδνῶν τίκτονται, τουτὶ γὰρ οὐδὲ φύσις ξυγκεχώρηκεν, οὔτε πεῖρα.’ ὑπολαβὼν οὖν Δάμιςξυγχωρεῖς οὖνἔφητὸν Εὐριπίδην ἐπαινεῖν ἐπὶ τῷ ἰαμβείῳ τούτῳ, πεποίηται αὐτῷ Ἀνδρομάχη λέγουσα

ἅπασι δ᾽ ἀνθρώποις ἄρ᾽ ἦν
ψυχὴ τέκνα;
’ ‘ξυγχωρῶ,’ ἔφησοφῶς γὰρ καὶ δαιμονίως εἴρηται, πολλῷ δ᾽ ἂν σοφώτερον καὶ ἀληθέστερον εἶχεν, εἰ περὶ πάντων ζῴων ὕμνητο.’ ‘ἔοικας,’ ἔφηἈπολλώνιε, μεταγράφειν τὸ ἰαμβεῖον, ἵν᾽ οὕτως ᾄδοιμεν:

ἅπασι δὲ ζῴοις ἄρ᾽ ἦν
ψυχὴ τέκνα.
καὶ ἕπομαί σοι, βέλτιον γάρ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: