Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη: ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδ᾽ ἀπελθεῖν δυνατόν, ἀλλ᾽ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπιώρκησαν: οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δ᾽ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ. [p. 6]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.