previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε βασιλεὺς ἀπιέναι, ἀνεμνήσθη τῶν δωρεῶν Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τ᾽ ἂν φίλοι αὐτῷ γένωνται, καὶ βέλτιστεἔφηβασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις: σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους.’ ὑπερησθεὶς οὖν βασιλεὺςτούτους μὲν αὔριον ζηλωτοὺςἔφηκαὶ μεγάλων ἠξιωμένους ἀποδείξω σοι, σὺ δ᾽ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρ᾽ ἐμοῦ λαβεῖν καὶ τι βούλονται,’ τοὺς ἀμφὶ τὸν Δάμιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτονὁρᾷς,’ἔφη βασιλεῦ, τὰς ἐμὰς χεῖρας, ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι;’ ‘σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου βασιλεὺς ἔφηκαὶ καμήλους, ἐφ᾽ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον βαδίσαι πᾶσαν.’ ‘γιγνέσθω,’ ἔφη βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον.’ ‘τριῶν ἡμερῶνἔφη βασιλεὺςἄνυδρος χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν τε καὶ πηγῶν, βαδίζειν δὲ ῾δεἶ τὴν ἐπὶ Καυκάσου, τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη χώρα.’ ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως τι αὐτῷ ἀπάξει ἐκεῖθεν: ‘χαρίενἔφη βασιλεῦ, δῶρον: ἢν γὰρ [p. 43] συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελτίων ἀφίξομαί σοι νῦν εἰμι.’ περιέβαλεν βασιλεὺς ταῦτα εἰπόντα καὶἀφίκοιο,’ εἶπετὸ γὰρ δῶρον μέγα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: