previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέαἀφίξομαι,’ εἶπενἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ.’ θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρῆλθε, ‘δίδωμί σοιἔφη βασιλεὺςδέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρ᾽ ἦλθεν.’ δὲ ὑπολαβὼνοὐ πάσας,’ εἶπεν βασιλεῦ, παραιτήσομαι, μίαν δέ, ἣν ἀντὶ πολλῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω:’ καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλαβὼν ἀπὸ τοῦ Δάτιδος. ‘αἰτῶ οὖνἔφημὴ περικόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδ᾽ ἣν ἀντ᾽ ἐκείνης ἔχουσιν, ἕξουσιν.’ ξυντιθέμενος οὖν βασιλεὺςἘρετριεῖςεἶπενἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφ᾽ ἡμᾶς ἦρξαν, καὶ παρεωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰςἔφηδιὰ τί οὐ λήψῃ;’ ‘ὅτι, βασιλεῦεἶπενοὔπω φίλους ἐνταῦθα ἐκτησάμην.’ ‘αὐτὸς δὲ οὐδενὸς δέῃ;’ φήσαντος: ‘τῶν γε τραγημάτωνἔφηκαὶ τῶν ἄρτων, με ἡδέως τε καὶ λαμπρῶς ἑστιᾷ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: