Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὑπολαβὼν οὖν ὁ Δάμις ‘ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα,’ ἔφη ‘ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν [p. 36] λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δ᾽ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἰ καὶ ὅτι ἐπ᾽ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι δὲ ἐκεῖθεν οὔτ᾽ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα.’ καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.