previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος. μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ βασιλεῦ,’ ἔφητὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, σμικρὰ αὐτῆς ὑπὲρ τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην;’ ‘πᾶσανεἶπενἴσα τῇ ἐγχωρίῳ ταύτῃ, καὶ λέγε τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς:’ ‘διὰ τοῦτοἔφηκαὶ ἄκουε: μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδ᾽ ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ, σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι: σοφία δὲ ἐμοὶ Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλ᾽ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη: καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βορᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν δὴ καὶ κοινωνὸς ῥᾳστώνης τρυφῆς οὔτ᾽ ἄν σοι [p. 34] γενοίμην οὔτ᾽ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπόρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώσκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων.’ ταῦτα Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: