previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προϊδὼν δὲ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσαςοὗτοςἔφη Ἀπολλώνιος, ὃν Μεγαβάτης ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει.’ προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε βασιλεὺς φωνῇ Ἑλλάδι καὶ ῾δἢ ἐκέλευσε θύειν μετ᾽ αὐτοῦ: λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομπήν, δ᾽ ὑπολαβὼνσὺ μέν, βασιλεῦ, θῦε,’ ἔφη, [p. 33]τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν ἐμαυτοῦ:’ καὶ δραξάμενος τοῦ λιβανωτοῦ, ‘Ἥλιε,’ ἔφη, ‘πέμπε με ἐφ᾽ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι.’ καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπόσαις κορυφαῖς ᾄττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτοθῦε,’ ἔφη, ‘λοιπόν, βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια, τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: