previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰσῄει μὲν δὴ παραπεμπόμενος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζομένων, [p. 32] ἀλλ᾽ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέσας τὸν Δάμινἤρου μεἔφηπρώην, τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾄδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ Παμφύλων τρόπον.’ ‘ἠρόμην,’ ἔφητὸ δὲ ὄνομα οὐκ εἶπας.’ ‘οὐκ, χρηστέ, εἶπον, ἀλλ᾽ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμφύλων παρήλλαξε: πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενόμεθα, καὶ οὐκέτ᾽ ἤρου με περὶ τοῦ ὀνόματος: καλεῖται τοίνυν σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτήσασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται.’ ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: