previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς παρὰ τοὺς ἄνδρας, οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν: οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράττοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν πρεσβύτατος τι μαθὼν καταφρονήσειε τοῦ βασιλέως, δὲοὔπωἔφηκατεφρόνησα.’ ‘καταφρονήσειας δ᾽ ἄν;’ πάλιν ἐρομένουνὴ Δί᾽εἶπενἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν.’ ‘ἀπάγεις δὲ δὴ τίνα αὐτῷ δῶρα;’ τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντοςπότερον,’ ἔφη, ‘ὡς οὐκ ἔχοντι;’ ‘μὰ Δί᾽,’ εἶπενἀλλ᾽ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς.’ ‘καὶ μὴν χρώμενος τούτοιςἔφητήν τε βασιλείαν, ἣν ὁρᾷς, ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως.’ ‘ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;’ ‘τρίτουἔφηἀρχόμεθα, δύο ἤδη που μῆνες.’ ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην σωματοφύλαξ,’ εἶπεν τί σε προσήκει καλεῖν, Δαρεῖος Κύρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατασχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑποπτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ δέσποινα,’ εἰπεῖν, ‘ τίς ποτε εἶ:’ ὥσπερ ἐπιθυμήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε [p. 31] οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπ᾽ ἀλλήλους ἄρασθαι, καὶ μὲν τρωθῆναι, δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δ᾽ ἤδη τοῦτον ἴσως οὐδ᾽ ἐν τῷ βασιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο.’ βλέψας οὖν βάρβαρος ἐς τὸν πλησίονἕρμαιονἔφηθεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός.’ ἐσέθεον οὖν εὐαγγελιζόμενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: