previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ δὲ ἐν Βαβυλῶνι τοῦ ἀνδρὸς τούτου καὶ ὁπόσα Βαβυλῶνος πέρι προσήκει γιγνώσκειν, τοιάδε εὗρον: Βαβυλὼν τετείχισται μὲν ὀγδοήκοντα καὶ [p. 28] τετρακόσια στάδια, τοσαύτη κύκλῳ, τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος, ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόρρητος ὑποστείχει γέφυρα τὰ βασίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. γυνὴ γὰρ λέγεται Μήδεια τῶν ἐκείνῃ ποτὲ ἄρχουσα τὸν ποταμὸν ὑποζεῦξαι τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη: λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα τὸ ῥεῦμα ἐς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵν᾽ ἐς τὰ βασίλεια τὰ παρὰ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος, ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαί τε καὶ πήγνυσθαι Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ καὶ ὧδε ἔστη τὸ ζεῦγμα. τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ᾽ αὐτῶν ἀστράπτει, θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαί, τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασι, τὰ δὲ χρυσῷ αὐτῷ καθάπερ γραφαῖς ἠγλάισται, τὰ δὲ ποικίλματα τῶν πέπλων ἐκ τῶν Ἑλληνικῶν σφίσιν ἥκει λόγων, Ἀνδρομέδαι καὶ Ἀμυμῶναι καὶ Ὀρφεὺς πολλαχοῦ. χαίρουσι δὲ τῷ Ὀρφεῖ, τιάραν ἴσως καὶ ἀναξυρίδα τιμῶντες, οὐ γὰρ μουσικήν γε, οὐδὲ ᾠδάς, αἷς ἔθελγεν. ἐνύφανταί που καὶ Δᾶτις τὴν Νάξον ἐκ τῆς θαλάττης ἀνασπῶν καὶ Ἀρταφέρνης περιεστηκὼς τὴν Ἐρέτριαν καὶ τῶν ἀμφὶ Ξέρξην, νικᾶν ἔφασκεν: Ἀθῆναι γὰρ δὴ ἐχόμεναί εἰσι καὶ Θερμοπύλαι καὶ τὰ Μηδικώτερα ἔτι, ποταμοὶ ἐξαιρούμενοι τῆς γῆς καὶ θαλάττης ζεῦγμα καὶ Ἄθως ὡς ἐτμήθη. [p. 29] φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα οὐρανῷ τινι εἰκασμένον, σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳκυανωτάτη δὲ λίθος καὶ οὐρανία ἰδεῖνκαὶ θεῶν ἀγάλματα, οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται, καθάπερ ἐξ αἰθέρος. δικάζει μὲν δὴ βασιλεὺς ἐνταῦθα, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν Ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμόττεσθαι φοιτῶντες ἐς τὰ βασίλεια, καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: