previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ξυνῳδὰ δὲ τούτοις καὶ Δάμις περὶ τῶν Ἐρετριέων ἀναγέγραφεν: οἰκοῦσι γὰρ ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες, ἡμέρας ῾ὁδὸν᾽ δρομικῷ ἀνδρί, χώρα δὲ ἄπολις, γὰρ Κισσία κῶμαι πᾶσα καί τι καὶ νομάδων ἐν αὐτῇ γένος μικρὰ τῶν ἵππων ἀποβαίνοντες. δὲ τῶν Ἐρετριέων οἰκεῖται μὲν τῶν ἄλλων μέση, περιβέβληται δὲ ποταμοῦ τάφρον, ἣν αὐτοὶ βαλέσθαι περὶ τῇ κώμῃ λέγονται τεῖχος αὐτὴν ποιούμενοι πρὸς τοὺς ἐν τῇ Κισσίᾳ βαρβάρους. ὕπομβρος δὲ ἀσφάλτῳ χώρα καὶ πικρὰ ἐμφυτεῦσαι, βραχυβιώτατοί τε οἱ ἐκείνῃ ἄνθρωποι, τὸ γὰρ ἀσφαλτῶδες ποτὸν ἐς πολλὰ τῶν σπλάγχνων ἱζάνει. τρέφει δ᾽ αὐτοὺς λόφος ἐν ὁρίοις τῆς κώμης, ὃν ὑπεραίροντα τοῦ παρεφθορότος χωρίου σπείρουσι τε καὶ ἡγοῦνται γῆν. φασὶ δὲ ἀκοῦσαι τῶν ἐγχωρίων, ὡς ἑπτακόσιοι μὲν τῶν Ἐρετριέων πρὸς τοῖς ὀγδοήκοντα ἥλωσαν, οὔτι που μάχιμοι πάντες, ἦν γάρ τι καὶ θῆλυ ἐν αὐτοῖς γένος καὶ γεγηρακός, ἦν δ᾽, οἶμαί, τι καὶ παιδία, τὸ γὰρ πολὺ τῆς Ἐρετρίας τὸν Καφηρέα ἀνέφυγε καὶ τι ἀκρότατον τῆς Εὐβοίας. ἀνήχθησαν δὲ ἄνδρες μὲν ἀμφὶ τοὺς τετρακοσίους, γύναια δὲ ἴσως δέκα, οἱ δὲ λοιποὶ ἀπ᾽ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω. λιθοτομίαν δὲ αὐτοῖς παρεχομένου τοῦ λόφου καί τινες καὶ λιθουργοὺς εἰδότες τέχνας ἱερά τε ἐδείμαντο Ἑλληνικὰ καὶ ἀγοράν, ὁπόσην εἰκὸς ἦν, βωμούς τε ἱδρύσαντο Δαρείῳ μὲν δύο, Ξέρξῃ δὲ ἕνα, Δαριδαίῳ δὲ πλείους. διετέλεσαν δὲ ἐς Δαριδαῖον ἔτη μετὰ τὴν ἅλωσιν ὀκτὼ καὶ ὀγδοήκοντα γράφοντες τὸν Ἑλλήνων τρόπον, καὶ οἱ τάφοι δὲ οἱ ἀρχαῖοι σφῶν δεῖνα τοῦ δεῖνοςγεγράφαται, καὶ [p. 27] τὰ γράμματα Ἑλλήνων μέν, ἀλλ᾽ οὔπω ταῦτα ἰδεῖν φασι. καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις, ὡς ἕκαστος ἐν Εὐβοίᾳ ἔζη πορθμεύων πορφυρεύων θαλάττιον καὶ ἁλουργὸν πράττων, καί τι καὶ ἐλεγεῖον ἀναγνῶναι γεγραμμένον ἐπὶ ναυτῶν τε καὶ ναυκλήρων σήματι:

οἵδε ποτ᾽ Αἰγαίοιο βαθύρροον οἶδμα πλέοντες
Ἐκβατάνων πεδίῳ κείμεθ᾽ ἐνὶ μεσάτῳ.
χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ᾽ Ἀθῆναι,
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.
τοὺς μὲν δὴ τάφους διεφθορότας ἀναλαβεῖν τε αὐτὸν Δάμις φησὶ καὶ ξυγκλεῖσαι χέασθαί τε καὶ ἐπενεγκεῖν σφισιν, ὁπόσα νόμιμα, πλὴν τοῦ τεμεῖν τι καθαγίσαι, δακρύσαντά τε καὶ ὑποπλησθέντα ὁρμῆς τάδε ἐν μέσοις ἀναφθέγξασθαι: ‘Ἐρετριεῖς οἱ κλήρῳ τύχης δεῦρ᾽ ἀπενεχθέντες, ὑμεῖς μέν, εἰ καὶ πόρρω τῆς αὑτῶν, τέθαφθε γοῦν, οἱ δ᾽ ὑμᾶς ἐνταῦθα ῥίψαντες ἀπώλοντο περὶ τὴν ὑμετέραν νῆσον ἄταφοι δεκάτῳ μεθ᾽ ὑμᾶς ἔτει: τὸ γὰρ ἐν κοίλῃ Εὐβοίᾳ πάθος θεοὶ φαίνουσιν.’ Ἀπολλώνιος δὲ πρὸς τὸν σοφιστὴν ἐπὶ τέλει τῆς ἐπιστολῆςκαὶ ἐπεμελήθην,’ φησὶν Σκοπελιανέ, τῶν σῶν Ἐρετριέων νέος ὢν ἔτι καὶ ὠφέλησα τι ἐδυνάμην καὶ τοὺς τεθνεῶτας αὐτῶν καὶ τοὺς ζῶντας.’ τί δῆτα ἐπεμελήθη τῶν ζώντων; οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτὸν ἐληίζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. ὁπότ᾽ οὖν παρὰ βασιλέα ἀφίκετο, εὕρετο αὐτοῖς τὸ χρῆσθαι μόνους τῷ λόφῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: