previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προελθόντι δὲ αὐτῷ ἐς τὴν Κισσίαν χώραν καὶ πρὸς Βαβυλῶνι ἤδη ὄντι δόξα ἐνυπνίου ἐφοίτησεν ὧδε τῷ φήναντι θεῷ ξυντεθεῖσα: ἰχθῦς ἐκπεπτωκότες τῆς θαλάττης ἐν τῇ γῇ ἤσπαιρον θρῆνον ἀνθρώπων ἱέντες καὶ ὀλοφυρόμενοι τὸ ἐκβεβηκέναι τοῦ ἤθους, δελφῖνά τε τῇ γῇ παρανέοντα ἱκέτευον ἀμῦναί σφισιν ἐλεεινοὶ ὄντες, ὥσπερ τῶν ἀνθρώπων οἱ ἐν τῇ ξένῃ κλαίοντες. ἐκπλαγεὶς δὲ οὐδὲν ὑπὸ τοῦ ἐνυπνίου ξυμβάλλεται μὲν αὐτοῦ ὅπως καὶ ὅπη [p. 25] εἶχε, διαταράττειν δὲ βουλόμενος τὸν Δάμιν, καὶ γὰρ τῶν εὐλαβεστέρων αὐτὸν ἐγίγνωσκεν, ἀπαγγέλλει πρὸς αὐτὸν τὴν ὄψιν δέος πλασάμενος ὡς ἐπὶ πονηροῖς, οἷς εἶδεν, δὲ ἀνεβόησέ τε ὡς αὐτὸς ἰδὼν ταῦτα καὶ ἀπῆγε τὸν Ἀπολλώνιον τοῦ πρόσωμή πηἔφηκαὶ ἡμεῖς ὥσπερ ἰχθύες ἐκπεσόντες τῶν ἠθῶν ἀπολώμεθα καὶ πολλὰ ἐλεεινὰ ἐν τῇ ἀλλοδαπῇ εἴπωμεν, καί που καὶ ἐς ἀμήχανον ἐμπεσόντες ἱκετεύσωμεν δυνάστην τινὰ βασιλέα, δὲ ἡμᾶς ἀτιμάσῃ, καθάπερ τοὺς ἰχθῦς οἱ δελφῖνες.’ γελάσας δὲ Ἀπολλώνιοςσὺ μὲν οὔπω φιλοσοφεῖς,’ εἶπενεἰ δέδιας ταῦτα, ἐγὼ δὲ οἷ τὸ ἐνύπνιον τείνει δηλώσω: Ἐρετριεῖς γὰρ τὴν Κισσίαν ταύτην χώραν οἰκοῦσιν οἱ ἐξ Εὐβοίας ποτὲ Δαρείῳ ἀναχθέντες ἔτη ταῦτα πεντακόσια, καὶ λέγονται, ὥσπερ ὄψις ἐφάνη, ἰχθύων πάθει περὶ τὴν ἅλωσιν χρήσασθαι: σαγηνευθῆναι γὰρ δὴ καὶ ἁλῶναι πάντας. ἐοίκασιν οὖν οἱ θεοὶ κελεύειν με ἐς αὐτοὺς παρελθόντα ἐπιμεληθῆναι σφῶν, εἴ τι δυναίμην. ἴσως δὲ καὶ αἱ ψυχαὶ τῶν Ἑλλήνων, οἵπερ ἔλαχον τὴν ἐνταῦθα μοῖραν, ἐπάγονταί με ἐπ᾽ ὠφελείᾳ τῆς γῆς: ἴωμεν οὖν ἐξαλλάξαντες τῆς ὁδοῦ περὶ μόνου ἐρωτῶντες τοῦ φρέατος, πρὸς οἰκοῦσι.’ λέγεται δὲ τοῦτο κεκρᾶσθαι μὲν ἀσφάλτου καὶ ἐλαίου καὶ ὕδατος, ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος ἀποχωρεῖν ταῦτα καὶ ἀπ᾽ ἀλλήλων κρίνεσθαι. παρελθεῖν μὲν δὴ ἐς τὴν Κισσίαν καὶ αὐτὸς ὡμολόγηκεν ἐν οἷς πρὸς τὸν Κλαζομένιον σοφιστὴν γράφει, χρηστὸς γὰρ οὕτω τι καὶ φιλότιμος ἦν, ὡς ἐπειδὴ Ἐρετριέας εἶδε, σοφιστοῦ τε ἀναμνησθῆναι καὶ γράψαι πρὸς αὐτὸν τε εἶδεν τε ὑπὲρ αὐτῶν ἔπραξεν: καὶ παρακελεύεταί οἱ παρὰ τὴν ἐπιστολὴν πᾶσαν ἐλεεῖν τοὺς Ἐρετριέας, καὶ ὁπότε [p. 26] μελετῴη τὸν περὶ αὐτῶν λόγον, μηδὲ τὸ κλάειν ἐπ᾽ αὐτοῖς παραιτεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: