previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦἴωμεν,’ ἔφηἈπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν: εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δ᾽ οὖν ἐς Βαβυλῶνα ἧκον, πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας.’ ‘ἐγὼ δέ,’ εἶπεν ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν.’ θαυμάσαντος δὲ τοῦ Νινίουμὴ θαυμάσῃς,’ εἶπενεἰ πάσας οἶδα φωνὰς ἀνθρώπων: οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι.’ μὲν δὴ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγράψαι καὶ συνουσίαν καὶ τι ἤκουσεν εἶδεν ἀνατυπῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα [p. 20] ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων. γοῦν δέλτος τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δάμιδι νοῦν εἶχεν: Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολλωνίου ἀγνοεῖσθαι, ἀλλ᾽ εἴ τι καὶ παρεφθέγξατο ῾ἀμελῶσ᾽ εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύτην ἀπεφθέγξατο: διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγόμενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν Δάμιςεἰ δαῖτεςἔφηθεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι.’ Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, τὸ πολὺ τοῦ βίου συνεπορεύθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: