previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδημίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος. καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώμην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, ‘ἐγὼ μὲν θεοὺςἔφησυμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ ἔρρωσθε: ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν [p. 19] ὑγιαίνετεἔφηκαὶ φιλοσοφεῖτε: ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία τε καὶ δαίμων με ἄγει.’ ταῦτα εἰπὼν ἐξελαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, μὲν ἐς τάχος γράφων, δὲ ἐς κάλλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: