previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων δι᾽ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδ᾽ ὑπήχθη γρύξαι. ὁπότε μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητ᾽ ἂν ἀταξία πᾶσα καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα, οἱ γὰρ ὑπὲρ τοιούτων ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι. ἀλλ᾽ Ἀπολλωνίῳ καὶ σιωπὴ πρὸς τοὺς οὕτω διακειμένους [p. 15] ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλωνπρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ πόλις αὕτη, τρίτη τῶν ἐκεῖὄροβοι δ᾽ ὤνιοι καὶ τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵν᾽ ἐκκαπηλευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπ᾽ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφ᾽ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, τι εἴη τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖσθαι δὲ μετὰ τοῦ δήμου, λόγου δ᾽ εἰ μὴ τύχοι, ξυναπολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περιεστηκότας Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦσαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπ᾽ ἐκπλήξεως τῆς πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαρρήσας οὖν ἄρχων δεῖναἔφηκαὶ δεῖναπλείους εἰπὼντοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυλάττουσι κατ᾽ ἄλλος ἄλλο τῆς χώρας.’ διακελευομένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρ᾽ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπ᾽ αὐτοὺς ῥῆξαι, παθών τι πρὸς τὰ τῶν πολλῶν δάκρυακαὶ γὰρ παιδία ξυνερρυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρακότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷτιμῶν δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπίπληξιν [p. 16] καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι: δὲ ἐπίπληξις ὧδε εἶχεν: ‘Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μητέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπ᾽ αὐτῆς ἑστάναι.’ ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν σίτου καὶ ἀνεβίω πόλις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: