previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου, τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃὅτιἔφηοὔπω ἐσιώπησα.’ καὶ ἐνθένδε ἀρξάμενος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν, οἱ δ᾽ ὀφθαλμοὶ καὶ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, [p. 14] πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο: τό τοι μνημονικὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο, ἐν πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρ᾽ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον καὶ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γενέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀργὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δ᾽ ἐπιπλῆξαι προαχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ παρεῖναι τὰς ἐλέγξεις τότε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: