previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰδὼν δὲ ἀθρόον ποτὲ ἐν τῷ βωμῷ αἷμα καὶ διακείμενα ἐπὶ τοῦ βωμοῦ τὰ ἱερὰ τεθυμένους τε βοῦς [p. 9] Αἰγυπτίους καὶ σῦς μεγάλους, καὶ τὰ μὲν δέροντας αὐτούς, τὰ δὲ κόπτοντας, χρυσίδας τε ἀνακειμένας δύο καὶ λίθους ἐν αὐταῖς τῶν ἰνδικωτάτων καὶ θαυμασίων, προσελθὼν τῷ ἱερεῖτί ταῦτα;’ ἔφηλαμπρῶς γάρ τις χαρίζεται τῷ θεῷ’. δὲθαυμάσῃἔφημᾶλλον, ὅτι μήτε ἱκετεύσας ποτὲ ἐνταῦθα μήτε διατρίψας, ὃν οἱ ἄλλοι χρόνον, μήτε ὑγιάνας πω παρὰ τοῦ θεοῦ, μηδ᾽ ἅπερ αἰτήσων ἦλθεν ἔχων, χθὲς γὰρ δὴ ἀφιγμένῳ ἔοικεν, δ᾽ οὕτως ἀφθόνως θύει. φησὶ δὲ πλείω μὲν θύσειν, πλείω δὲ ἀναθήσειν, εἰ πρόσοιτο αὐτὸν Ἀσκληπιός. ἔστι δὲ τῶν πλουσιωτάτων: κέκτηται γοῦν ἐν Κιλικίᾳ βίον πλείω Κίλικες ὁμοῦ πάντες: ἱκετεύει δὲ τὸν θεὸν ἀποδοῦναί οἱ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξερρυηκότα.’ δὲ Ἀπολλώνιος, ὥσπερ γεγηρακὼς εἰώθει, τοὺς ὀφθαλμοὺς ἐς τὴν γῆν στήσαςτί δὲ ὄνομα αὐτῷ;’ ἤρετο. ἐπεὶ δὲ ἤκουσεδοκεῖ μοι,’ ἔφη ἱερεῦ, τὸν ἄνθρωπον τοῦτον μὴ προσδέχεσθαι τῷ ἱερῷ, μιαρὸς γάρ τις ἥκει καὶ κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει, καὶ αὐτὸ δὲ τὸ πρὶν εὑρέσθαί τι παρὰ τοῦ θεοῦ πολυτελῶς θύειν οὐ θύοντός ἐστιν, ἀλλ᾽ ἑαυτὸν παραιτουμένου σχετλίων τε καὶ χαλεπῶν ἔργων.’ ταῦτα μὲν Ἀπολλώνιος. δ᾽ Ἀσκληπιὸς ἐπιστὰς νύκτωρ τῷ ἱερεῖἀπίτωἔφη δεῖνα τὰ ἑαυτοῦ ἔχων, ἄξιος γὰρ μηδὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἔχειν.’ ἀναμανθάνων οὖν ἱερεὺς τὸν ἄνθρωπον, γυνὴ μὲν τῷ Κίλικι τούτῳ ἐγεγόνει θυγατέρα ἔχουσα προτέρων γάμων, δὲ ἤρα τῆς κόρης καὶ ἀκολάστως εἶχε ξυνῆν τε οὐδ᾽ ὡς λαθεῖν: ἐπιστᾶσα γὰρ μήτηρ τῇ εὐνῇ τῆς μὲν ἄμφω, τοῦ δὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξέκοψεν ἐναράξασα τὰς περόνας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: