next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ᾽ αὐτῷ φασιν: ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας: μὴ γὰρ αἱμάττειν τοὺς βωμούς, ἀλλὰ μελιττοῦτα καὶ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ: ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ᾽ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν: τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ [p. 2] τι ἀποφήναιτο Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο: πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ

χαίρετ᾽, ἐγὼ δ᾽ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός
καὶ

ἤδη γάρ ποτ᾽ ἐγὼ γενόμην κόρη τε κόρος τε
καὶ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: