previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ τούτων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη σὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης: ἡγεύμεθα γὰρ χρὴ ἐς τὴν ὑγιείην. καὶ προστασσόμενός γε οὐ διαμαρτήσει: αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε ... μεταλλάσσουσι [10] τῆς ζωῆς: δ᾽ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἢν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σῴζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν ἀθυμίην τὴν παραυτίκα ἀπιστίην. γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε [p. 326] εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι σύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἀπ᾽ ἀρχῆς ἔλλειμα : ἢν δὲ γένηταί τι, [20] ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ: παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ [22] χρόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: