This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην ἐσάγειν, ἀλλ᾽ ἀποβλέπειν ἔς τε περιουσίην καὶ οὐσίην: ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήμην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην. ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκεῖν τοῖς τοιούτοις: ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη. ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ [10] ἐπιεικείῃ εὐδοκέουσι, μεταλλάσσοντες ἐς ὑγιείην. εὖ δ᾽ ἔχει νοσεόντων μὲν ἐπιστατεῖν, ἕνεκεν ὑγιείης, ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης: [13] φροντίζειν καὶ ἑωυτῶν ἕνεκεν εὐσχημοσύνης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.