previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης: παρεόντων μὲν οὐδὲν ἐπιτελεῖ: ἀπεόντων δὲ μνήμη ἀνεκτή. γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν, ὅρκοις τε παμμεγέθεσιν θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νούσου, ἀναγνώσιος συνεχείης κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένων, καὶ πρὶν νούσῳ [10] καταπορέωσιν ἠθροισμένων. τῶν μὲν οὖν ταιούτων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπείης συλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθείην: ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τούτοις διεσπασμένη. τούτων οὖν δι᾽ ἀνάγκην ἀσυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τρίβην, μεθυστέρησιν δογμάτων ἱστορίης. τίς γὰρ ἐπιθυμεῖ δογμάτων μὲν πολυσχιδίην ἀτρεκέως ἐθέλων ἱστορεῖν, μετὰ δὲ χειροτριβίης ἀτρεμεότητα ; διὸ παραινέω τούτοις λέγουσι [20] μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: