previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


9.

ἢν δὲ ἀρχὸς ἐκπίπτῃ, ἀνώσας σπόγγῳ μαλθακῷ, καὶ καταχρίσας κοχλίῃ, τῶν χειρῶν δήσας, ἐκκρέμασον ὀλίγον χρόνον, καὶ εἴσεισιν.

ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας λωτοῦ πρίσματα: καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ᾽ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι: ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν.

ὅταν δὲ θέλη ἀφοδεύειν, ἐπὶ λασάνοισιν ὡς στενοτάτοισιν ἀφοδευέτω: ἢν δὲ παιδίον , ἐπὶ γυναικὸς τῶν ποδῶν, πρὸς τὰ γούνατα προσκλιθείς.

ὅταν δὲ ἀφοδεύῃ, τὰ σκέλεα ἐκτεινάτω: οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι ἕδρη.

ἢν δὲ ὑγραίνηται ἀρχὸς, καὶ ἰχὼρ ἀποῤΡ῾έῃ, περινίψαι τρυγὶ κεκαυμένῃ καὶ ὕδατι ἀπὸ μυρσίνης, καὶ ἀδίαντον ξηρήνας καὶ κόψας, διασήσας, κατάπασσε, Ἢν δὲ αἱμοῤΡ῾οῇ, περινίψας τοῖσιν αὐτοῖσι, χαλκῖτιν καὶ πρίσμα κυπαρίσσου κέδροὺ

πίτυος τερμίνθου τρίψας, συμμίξας τῇ χαλκίτιδι ἴσον, καταπλάσσειν, τὰ ἔξαιθεν δὲ κηρωτῇ παχείῃ περιαλείφειν.

Ὁκοταν ἀρχὸς ἐκπίπτῃ καὶ μὴ θέλῃ κατὰ χώρην μένειν, σίλφιον ὅτι ἄριστον καὶ ποκνότατον ξύσαξ λεπτὸν καταπλάσσειν.

καὶ τοῦ πταρμικοῦ φαρμάκου πρὸς τὴν Ρ῾ῖνα προστιθέναι καὶ παροξύνειν τὸν ἄνθρωπον.

ὕδατι θερμῷ περιπλύνας σίδια, καὶ στυπτηρίην τρίψας ἐν οἴνῳ λευκῷ, καταχέαι τοῦ ἀρχοῦ, ἔπειτα Ρ῾άκεα ἐμβαλεῖν, καὶ τοὺς μηροὺς ξυνδῆσαι ἡμέρας τρεῖς, καὶ νηστευέτω, οἶνον δὲ πινέτω γλυκύν.

ἢν δὲ μηδὲ οὕτω διαχωρέῃ, μίλτον μίξας ὁμοῦ μέλιτι διαχριέτω.

ἀρχὸς ἢν ἐκπίπτῃ καὶ αἱμοῤΡ῾οῇ: ἄρου Ρ῾ίζης περιελὼν τὸν φλοιὸν, ἑψεῖν ἐν ὕδατι: ἔπειτα τρίβειν ἄλητον ξυμμίσγων, καὶ καταπλάσσειν θερμόν.

ἄλλο: τῆς ἀμπέλου τῆς ἀγρίης, ἣν ἔνιοι καλέουσι ψιλώθριον, ταύτης τὰς Ρ῾ίζας τὰς ἀπαλωτάτας περιξέσαντα ἑψῆσαι ἐν οἴνῳ μέλανι ἀκρήτῳ αὐστηρῷ: ἔπειτα τρίψαντα καταπλάσσειν χλιηρόν: ξυμμίσγειν δὲ καὶ ἄλευρα, καὶ φυρῇν ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ χλιηρῶς.

ἄλλο: κωνείου καρπὸν τρίβοντα, παραστάζειν οἶνον λευκὸν εὐώδεα, ἔπειτα καταπλάσσειν χλιηρόν.

ἢν δὲ φλεγμαίνῃ, κισσοῦ Ρ῾ίζαν ἑψήσας ἐν ὕδατι, τρίψας λεῖον, ἄλευρον ξυμμίσγων ὡς κάλλιστον, ἐν οἴνῳλευκῷ φυρήσας, καταπλάσσειν, καὶ ἄλειφα πρὸς τούτοις ξυμμίξας.

ἄλλο: μανδραγόρου Ρ῾ίζαν μάλιστα μὲν χλωρὴν, εἰ δὲ μὴ, ξηρὴν, τὴν μὲν οὖν χλωρὴν ἀποπλύναντα καὶ ταμόντα, ἑψῆσαι ἐν οἴνῳ κεκρημένῳ, καὶ καταπλάσσειν: τὴν δέ γε ξηρὴν τρίψαντα καταπλάσσειν ὁμοίως.

ἄλλο: σικύου πέπονος τὸ ἔνδον τρίψας λεῖον καταπλάσσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: