previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΤΜΗΜΛ ΕΒΔΟΜΟΝ.


1.

ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.


2.

ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.


3.

ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.


4.

ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.


5.

ἐπὶ μανίῃ δυσεντερίη, ὕδρωψ, ἔκστασις, ἀγαθόν.


6.

ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.


7.

ἐκ πολυποσίης Ρ῾ῖγος καὶ παραφροσύνη, κακόν.


8.

ἐπὶ φύματος ἔσω Ρ῾ήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.


9.

ἐπὶ αἵματος Ρ῾ύσει παραφροσύνη σπασμὸς, κακόν.


10.

ἐπὶ εἰλεῷ ἔμετος, λὺγξ, σπασμὸς, παραφροσύνη, κακόν


11.

ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.


12.

ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.


13.

ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς τέτανος, κακόν.


14.

ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις παραφροσύνη, κακόν.


15.

ἐπὶ αἵματος πτύσει, πύου τύσις.


16.

ἐπὶ πύου πτύσει, φθίσις καὶ Ρ῾ύσις: ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.


17.

ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.


18.

ἐπὶ ἀγρυπνίῃ σπασμὸς παραφροσύνη, κακόν. 18 βις. Ἐπὶ ληθάργῳ τρόμος, κακόν.


19.

ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.


20.

ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἐκπύησις.


21.

ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤΡ῾αγίη.


22.

ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.


23.

ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.


24.

ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ


25.

ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.


26.

ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.


27.

ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.


28.

τι ἂν ὀστέον, χόνδρος, νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.


29.

ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤΡ῾οια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.


30.

Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤΡ῾οίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤΡ῾έει.


31.

Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤΡ῾ωστίην σημαίνουσιν.


32.

Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤΡ῾ωστίην σημαίνουσιν.


33.

Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν.


34.

Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤΡ῾ωστίην ἔσεσθαι.


35.

Ὁκόσοισι δὲ λιπαρὴ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.


36.

Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς Ρ῾αχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω: ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.


37.

ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον:

ἢν δὲ ξὺν πυρετῷ, κακόν: θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν.


38.

κατάῤΡ῾οοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρησιν εἴκοσιν.


39.

ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.


40.

ἢν γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.


41.

ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν


42.

ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.


43.

γυνὴ ἀμφιδέξιος οὐ γίνεται.


44.

ὁκόσοι ἔμπυοι καίονται τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν Ρ῾υῇ καὶ λευκὸν, περιγίνονται: ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται


45.

ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν Ρ῾υῇ καὶ λευκὸν, περιγίγνονται ῾ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν̓: ἢν δὲ οἷον ἀμόργη Ρ῾υῇ, ἀπόλλυνται.


46.

ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει.


47.

Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν.


48.

στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει: τάμνειν δὲ τὰς ἔσω.


49.

ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγενόμενον, ἀγαθόν: ἔξω γὰρ τρέπεται τὸ νούσημα.


50.

Ὁκόσοισιν ἂν σφακελισθῇ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται: ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.


51.

πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ: ὑπερχέεται οὖν ἀὴρ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ διέξοδος αὐτοῦ ἐστιν


52.

ὁκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὴν ὀδύνην.


53.

Ὁκόσοισι ξυμφέρει αἷμα ἀφαιρέεσθαι ἀπὸ τῶν φλεβῶν, τουτέοισι ξυμφέρει ἦρος φλεβοτομέεσθαι.


54.

Ὁκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα ἀποκλείεται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον ἐς οὐδετέρην τῶν κοιλιῶν, τουτέοισι, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τραπέντος τοῦ φλέγματος, λύσις γίνεται τῆς νούσου.


55.

Ὁκόσοισι δ᾽ ἂν τὸ ἧπαρ ὕδατος πλησθὲν ἐς τὸ ἐπίπλοον Ρ῾αγῇ, τουτέοισιν κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσιν.


56.

Ἀλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει.


57.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύεται πόνος


58.

Ὁκόσοισιν ἂν ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.


60.

Τοὶσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν: λιμὸς γὰρ ξηραίνει τὰ σώματα.


59.

ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται, ἀλλ᾽ μόλις, θανάσιμον. 59 βις.

Ἢνὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐπιστραφῇ, καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.


61.

ὅκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχηται, καὶ πάλιν θερμαίνηται, χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλῃ, μῆκος νούσου σημαίνει.


62.

ἱδρὼς πουλὺς, θερμὸς ψυχρὸς, Ρ῾έων αἰεὶ, σημαίνει ἔχειν πλησμονὴν ὑγροῦ: ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν.


63.

οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ τρίτης γίνωνται, ἐπικίνδυνοι: ὅτῳ δ᾽ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.


64.

Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν φύματα, ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.


65.

Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.


66.

ἤν τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος.


67.

τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς

ὑγιαίνουσιν ὑποχωρέεται: τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα νοσωδέστερα, τὰ δ᾽ ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά.


68.

καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην: ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ Ρ῾οφήματα, ὁκόσῳ ἂν κλείω διδῷς, μᾶλλον βλάψεις.


69.

Ὁκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσσονος.


70.

αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί: ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν: καὶ ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν.


71.

τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν: κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην: ἢν δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην.


72.

ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, νοῦσος.


73.

ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ , τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον.


74.

ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, Ρ῾ὶς, ὀφθαλμὸς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, τι ἂν τουτέων τῶν σημείων, θανάσιμον.


75.

ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.


76.

ἐπὶ διαῤΡ῾οίῃ δυσεντερίη.


77.

ἐπὶ δυσεντερίῃ λειεντερίη.


78.

ἐπὶ σφακέλῳ ἀπόστασις ὀστέου.


79 ετ 80.

ἐπὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις ἄνω: ἐπὶ φθορῇ Ρ῾εῦμα ἐκ τῆς κεφαλῆς: ἐπὶ Ρ῾εύματι διάῤΡ῾οια: ἐπὶ διαῤΡ῾οίῃ σχέσις τῆς ἄνω καθάρσιος: ἐπὶ τῇ σχέσει θάνατος.


81.

ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που

ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη νοῦσοξ γίνεται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον.


82.

ὁκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται, οὐ πάνυ τι ὑγιάζονται: ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης νοῦσος .


83.

Ὁκόσοισιν ἐν τῇσιν ἀῤΡ῾ωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προαίρεσιν δακρύουσιν, ἀγαθόν: ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν.


84.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ τῶν Ρ῾ινῶν Ρ῾υῇ, πονηρόν.


85.

ἱδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί: ἀνάγκη γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς, καὶ ἐκθλίψιος πολυχρονίου.


86.

ἐπὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν.


87.

ὁκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται: ὅσα σίδηρος οὐκ ἰῆται, πῦρ ἰῆται: ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν ἀνίατα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: