previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.


1.

τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας: τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρή.


2.

ἐν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν,


3.

ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς.


4.

φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω.


5.

ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.


6.

τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.


7.

τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρος.


8.

τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω.


9.

τοὺς δὲ μελαγχολικοὺς, ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τἀναντία προστιθείς.


10.

φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν: χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.


11.

Ὁκόσοισι στρόφοι, καὶ περὶ ὀμφαλὸν πόνοι, καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακείης, μήτ᾽ ἄλλως, εἰς ὕδρωπα ξηρὸν ἱδρύεται.


12.

Ὁκόσοισι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν ἄνω, κακόν


13.

πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ Ρ῾ηϊδίως ἄνω καθαιρομένοισι,

πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.


14.

ἐπὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας, ἧσσον: δηλοῖ δὲ καὶ ναυτιλίη, ὅτι κίνσις τὰ σώματα ταράσσει.


15.

ἐπὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα: ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει.


16.

ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι, σπασμὸν γὰρ ἐμποιέει.


17.

Ἀπυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκοτόδινος, καὶ στόμα ἐκτικρούμενον, ἄνω φαρμακείης δέεσθαι σημαίνει.


18.

τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα ἄνω φαρμακείην σημαίνει: ὁκόσα δὲ κάτω, κάτω.


19.

ὁκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν διψήσωσι


20.

Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γίνηται στρόφος, καὶ γουνάτων βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακείης δεῖσθαι σημαίνει.


21.

ὑποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταυτομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα: καὶ ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα , μᾶλλον.

κάκιον: ξὺν φαρμάκῳ δὲ ἄμεινον, καὶ ὁκόσῳ ἂν πλείω χρώματα , οὐ πονηρόν.


22.

νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἄνω κάτω ὑπέλθῃ, θανάσιμον.


23.

Ὁκόσοισιν ἐκ νουσημάτων ὀξέων πολυχρονίων, ἐκ τρωμάτων, ἄλλως πως λελεπτυσμένοισι χολὴ μέλαινα ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσιν.


24.

δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.


25.

αἷμα ἄνω μὲν ὁκοῖον ἂν , κακὸν, κάτω δὲ, ἀγαθὸν, καὶ τὰ μέλανα ὑποχωρέοντα.


26.

ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖαι σάρκες ὑποχωρήσωσι, θανάσιμον.


27.

Ὁκόσοισιν ἐν τοῖσι πυρεοῖσιν αἱμοῤΡ῾αγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται.


28.

Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γενομένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων γενομένων παύεται.


29.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι Ρ῾ίγεα γίνεται, δύσκριτα.


30.

Ὁκόσοισι παροξυσμοὶ γίνονται, ν ἂν ὥρην ἀφῇ, ἐς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.


31.

τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν, ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα ἀποστάσιες γίνονται.


32.

Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέσει, ἐνταῦθα ἀποστάσιες γίνονται.


33.

ἀτὰρ ἢν καὶ προπεπονηκός τι πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει νοῦσος.


34.

ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον.


35.

ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐξαίφνης ἐπιστραφῇ, καὶ μόλις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.


36.

ἱδρῶτες πυρεταίνουσιν ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, καὶ ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ μιῇ καὶ εἰκοστῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριηκοστῇ

τετάρτῃ: οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσιν: οἱ δὲ μὴ οὕτω γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου καὶ ὑποτροπιασμούς.


37.

οἱ ψυχροὶ ἱδρῶτες, ξὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι, θάνἀτον, ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου σημαίνουσιν.


38.

καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φράζει τὴν νοῦσον.


39.

καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ψυχρὸν, ἐνταῦθα νοῦσος.


40.

καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα καταψύχηται, αὖθις θερμαίνηται, χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.


41.

ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται: ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται.


42.

ἱδρὼς πουλὺς ψυχρὸς θερμὸς αἰεὶ Ρ῾έων, μὲν ψυχρὸς, μέζω, δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει.


43.

οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι: ὅτῳ δ᾽ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.


44.

Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.


45.

Ὁκόσοισι φύματα, ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.


46.

ἢν Ρ῾ῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.


47.

αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί: ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ

τὰς διαχωρήσιας, καὶ κατὰ τὰ ο_ρα: ἢν δε μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.


48.

ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ , τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.


49.

ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ὀφρὺς, ὀφθαλμὸς, Ρ῾ὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, τι ἂν τουτέων γένηται, ἐγγὺς θάνατος.


50.

ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον.


51.

ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει.


52.

ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἐν τῇσιν ἄλλῃσιν ἀῤΡ῾ωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον: ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.


53.

Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.


54.

Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.


55.

οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.


56.

πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν: μηκύνει γὰρ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.


57.

ὑπὸ σπασμοῦ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.


58.

ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου Ρ῾ίγεος, λύσις.


59.

τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.


60.

Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ Ρ῾ινῶν Ρ῾υὲν, κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.


61.

πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν.


62.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται.


63.

Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθ᾽ ἡμέρην Ρ῾ίγεα γίνηται, καθ᾽ ἡμέρην οἱ πυρετοὶ λύονται.


64.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ τῇ ἐνάτῃ τῇ ἑνδεκάτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν : ἢν δὲ μὴ, οὐκ ἀγαθόν.


65.

ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς, κακόν.


66.

ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν.


67.

ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, σπασμοὶ, κακόν.


68.

ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν: σπασμὸν γὰρ σημαίνει.


69.

Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει: μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, διὰ ταχέων ὑπόστασιν ἴσχει.


70.

Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι πάρεισιν, παρέσονται.


71.

Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον.


72.

Ὁκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά: μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται.


73.

Ὁκόσοισιν ὑποχόνδρια μετέωρα, διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤΡ῾αγέωσιν, οὔρου πλῆθος ἐπέλθῃ: ἐν πυρετοῖσι δὲ ταῦτα.


74.

Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, Ρ῾ύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον

ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι: ἢν δὲ καὶ ἐκ τῶν Ρ῾ινῶν αἱμοῤΡ῾αγήσῃ, καὶ πάνυ ταχὺ λύεται.


75.

ἢν αἷμα πῦον οὐρέῃ, τῶν νεφρῶν τῆς κύστιος ἕλκωσιν σημαίνει.


76.

Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.


77.

Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν κύστις ψωριᾷ.


78.

ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου Ρ῾ῆξιν σημαίνει.


79.

Ὁκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν κύστις λιθιᾷ.


80.

ἢν αἷμα: οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ,

καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ ἐς τὸν περίνεον, τὰ περὶ τὴν κύστιν πονέει.


81.

ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀσμὴ βαρέη , τῆς κύστιος ἕλκωσιν σημαίνει.


82.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύσις.


83.

οὔρησις νύκτωρ πολλὴ γινομένη, σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: