previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


36.

Υβωσις, μὲν εἴσω, ἐπιθάνατος, οὔρων σχέσιος, ἀποναρκώσιος: τὰ δὲ ἔξω, τουτέων ἀσινέα τὰ πλεῖστα, πουλὺ μᾶλλον, ὅσα σεισθέντα μὴ ἐξέστη: αὐτὰ μὲν ἑωυτοῖσι κρίσιν ποιησάμενα, κεῖνα δὲ ἐπὶ πλέον τῷ σώματι ἐπιδιδόντα, καὶ ἐν ἐπικαίροις ἔοντα.

οἷον πλευραὶ κατεαγεῖσαι μὲν, ὀλίγαι πυρετώδεες, καὶ αἵματος πτύσιος, καὶ σφακελισμοῦ, ἤν τε μία, ἤν τε πλείους, μὴ κατασχισθεῖσαι δέ: καὶ ἴησις φαύλη, μὴ κενεαγγοῦντα, ἢν ἀπύρετος ἔῃ: ἐπίδεσις, ὡς νόμος: δὲ πώρωσις, ἐν εἴκοσιν ἡμέρῃσι, χαῦνον γάρ.

ἢν δ᾽ ἀμφιφλασθῇ, φυματίαι, καὶ βηχώδεες, καὶ ἔμμοτοι,

καὶ πλευρὰς ἐσφακέλισαν: παρὰ γὰρ πλευρὴν ἑκάστην, ἀπὸ πάντων τόνοι εἰσίν.

πολλοὶ δὲ καὶ αἷμα ἔπτυσαν, καὶ ἔμπυοι ἐγένοντο.

δὲ μελέτη, ἴησις, ἐτίδεσις, ὡς νόμος: διαίτης τὰ πρῶτα ἀτρεκέως, ἔπειτα ἁπαλύνειν: ἡσυχίῃ, σιγῇ: σχήματα, κοιλίη, ἀφροδίσια.

ἀτὰρ οἷς ἄναιμα, ἐπωδυνώτερα τῶν καταγνυμένων, καὶ φιλυποστροφώτερα χρόνουιν: οἷσι δὲ καταλείπεται μυξῶδες, ὑπομιμνήσκει ἐν πόνοισιν.

ἴησις, καῦσις, τοῖσι μὲν ἀπ᾽ ὀστέου, μέχρις ὀστέου, μὴ αὐτὸ δέ: ἢν δὲ μεταξὺ, μὴ πέρην, μηδὲ ἐπιπολῆς.

Σφακελισμός: καὶ τὰ ἔμμοτα πειρᾶσθαι: εἰρήσεται ἅπαντα τὰ ἐπεσιόντα.

ὁρατὰ, λόγοις δ᾽ οὐ μὴ, βρώματα, πόματα, θάλπος, ψῦχος, σχῆμα, ὅτι καὶ φάρμακα, τὰ μὲν ξηρὰ, τὰ δὲ ὑγρὰ, τὰ δὲ πυῤΡ῾ὰ, τὰ δὲ μέλανα, τὰ δὲ λευκὰ, τὰ δὲ στρυφνὰ, ἐπὶ ἕλκη, οὕτω καὶ δίαιται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: