previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


33.

ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπκιωρέεσθαι, μηδ᾽ ἀπαναγκάζεσθαι.

ἴησις δὲ, πισσηρῇ, σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν ῾ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν̓, καὶ φύλλοισιν: χειμῶνος δὲ, εἰρίοισι Ρ῾ερυπωμένοισι τῆς σκέπης εἵνεκα: μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν: δίαιτα λεπτή.

ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις: εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια.

μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς: ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πη ἄλλῃ, κατὰ λόγον.

ὀστέα οὐ μάλα ἀφίστανται: μικρὰ γὰρ ψιλοῦται,

περιωτειλοῦται λεπτῶς.

τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ ἀνωτάτω.

ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα ἄκρην: ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους: ἐγχειρέειν ἐμβάλλειν τῇ πρώτῂ, τῇ δευτέρῃ: ἢν δὲ μὴ, πρὸς τὰς δέκα: ἥκιστα τεταρταῖα: ἐμβολὴ δὲ, οἱ μοχλίσκοι: ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη: ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι.

τὰ δ᾽ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι: τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα.

ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα: καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς: οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ᾽ ἀπὸ τῶν ἐντεινόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: