previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


26.

γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὐφυΐην: διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει Ρ῾ᾷον.

ἐκπίπτει δὲ πλειστάκις ἐσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν.

ἐμβολαὶ δὲ, ἐκ τοῦ ξυγκεκάμφθαι, ἐκλακτίσαι ὀξέως, ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν: δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν.

τὰ δὲ ἔνθα, ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν: ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης.

διόρθωσις ἅπασι κοινή.

ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι: μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν.

ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω.

ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω.

ἐκ γενεῆς δὲ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: