previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


24.

οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν: ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα: βραχεῖ ἄκρως ἀνέσταλται.

πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα

ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν: ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν.

τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα: τὰ ὄπισθεν στολιδώδεις.

οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες: εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ: σύρουσι δέ: μινύθει δὲ ἥκιστα, τούτοισι δὲ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν: διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν.

οἷσι δὲ ἐκ γενεῆς αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν: ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον: πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα.

αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: