previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


23.

οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾽ ὀδύνης, ἐκτείνειν ἥκιστα: τούτοισι σκέλος βραχύτερον.

ἀτὰρ οὐδ᾽ ἐκτανύειν δύνανται κατ᾽ ἰγνύην κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν.

ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ

πρῶτον: κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρῃσιν, ἄλλοισιν.

ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται.

σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν: ἐφ᾽ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται.

τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς.

καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑίκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾽ ὀστέον προέχον, μακρότερον.

ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἑτέρη ἰγνύη κάμπτεται: στήθεσι μόλις ἱκνεῖται: χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν: ἢν μὲν γὰρ μακρότερον , οὐ βήσεται: ἢν δὲ βαίνῃ, βραχύ.

Μινύθησις δὲ σαρκῶν: οἷσι πόνοι, καὶ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον.

οἷσι δὲ ἐκ γενεῆς, αὐξομένοισιν, ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο ῾ἐν αἷς, εἰρήσεταἰ, οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην: καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται.

ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς δύο: τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: