previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


9.

οἷσι μὲν οὖν, ὅταν ἐμπέσῃ τὸ ἄρθρον, μὴ ἐπιφλεγμαίνει τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται, οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελέεσθαι: ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων: τοῖσι τοιούτοισι γὰρ ἐκπίπτει καὶ αὖθις μᾶλλον, οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα.

τοῦτο κατὰ πάντα τὰ ἄρθρα οὕτως ἔχει, καὶ μάλιστα κατ᾽ ὦμον καὶ κατὰ γόνυ: μάλιστα γὰρ οὖν ὀλισθάνει ταῦτα.

οἷσι δ᾽ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ: κωλύει γὰρ ὀδύνη καὶ ξύντασις τῆς φλεγμονῆς.

τοὺς οὖν τοιούτους ἰῆσθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ἐπιδέοντα: ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσσοντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον: τὸν δὲ βραχίονα ἐς τὸ ἄνω Ρ῾έποντα ἴσχειν χρὴ τὰ πλεῖστα: οὕτω γὰρ ἂν ἑκαστάτω εἴη τοῦ χωρίου, ἐς ὤλισθεν κεφαλὴ τοῦ ὤμου.

χρὴ δὲ, ὅταν ἐπιδησῃς τὸν ὦμον, ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ, κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα.

χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς.

πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰητρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος: ἀπὸ γὰρ τοῦ αὐτέου ὀνόματος οὐ τωὐτὸ

ἀποβαίνει: καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις, χαλαρώτερον τοῦ καιροῦ ἐὸν, καὶ λύσειεν ἄρθρον, σκληρότερον τοῦ καιροῦ ἐόν: ἀλλὰ διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ.

τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως: τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι.

καθίσταται δὲ πάντα, τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ᾽ ἐν ἐλάσσονι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: