Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
79.
πρῶτον μὲν οὖν δεῖ εἰδέναι,
ὅτι πάντων τῶν ὀστέων αἱ
ξυμβολαί εἰσιν ὡς ἐπὶ πουλὺ ἡ κεφαλὴ καὶ ἡ κοτύλη:
ἐφ᾽ ὧν δὲ καὶ
ἡ χώρα κοτυλοειδὴς καὶ ἐπίμακρος:
ἔνιαι δὲ τῶν χωρέων γληνοειδέες εἰσίν.
ἀεὶ δὲ ἐμβάλλειν δεῖ πάντα τὰ ἐκπίπτοντα
ἄρθρα,
μάλιστα μὲν εὐθὺς παραχρῆμα ἔτι θερμῶν ἐόντων:
εἰ δὲ μὴ,
ὡς τάχιστα:
καὶ γὰρ τῷ ἐμβάλλοντι Ρ῾ηΐτερον καὶ θᾶσσόν ἐστιν
ἐμβαλεῖν,
καὶ τῷ ἀσθενέοντι πουλὺ ἀπονωτέρη ἡ ἐμβολὴ,
ἡ
πρὶν διοιδεῖν,
ἐστιν.
δεῖ δὲ ἀεὶ πάντα τὰ ἄρθρα,
ὁκόταν μέλλῃς
ἐμβάλλειν,
προαναμαλάξαι καὶ διακιγκλίσαι:
ῥᾷον γὰρ ἐθέλει
ἐμβάλλεσθαι.
παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς ἰσχναίνειν
δεῖ τὸν ἄνθρωπον,
μάλιστα μὲν περὶ τὰ μέγιστα ἄρθρα καὶ χαλεπώτατα ἐμβάλλεσθαι,
ἥκιστα δὲ περὶ τὰ ἐλάχιστα καὶ Ρ῾ηΐδια.