previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


77.

Εὐδοκιμέει δὲ δὴ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθαι: καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω ἐκκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβάλλειν, οὐ γινώσκοντες, ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον, ἐνέβαλλον: μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα, ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο.

ἐπίστασθαι μὲν οὖν χρὴ, ὡς χρηστέον ἀσκῷ, εἰ δέοι χρέεσθαι, διαγινώσκειν δὲ χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσω ἐστίν: χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο, ἀνωτάτω πρὸς τὸν περίνεον ἀνάγοντα: ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον, ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν: ἔπειτα ἐς ἕνα τῶν ποδῶν, τὸν λελυμένον, ἐνθέντα αὐλὸν ἐκ χαλκείου, φῦσαν ἐσαναγκάζειν ἐς τὸν ἀσκόν: τὸν δὲ ἄνθρωπον

πλάγιον κατακέεσθαι. τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα.

μὲν οὖν παρασκευὴ αὕτη ἐστίν: σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι, ὡς ἐγὼ εἴρηκα: οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα. οὐδὲ κατατείνουσι, χρὴ δὲ καὶ προσκατατείνειν: ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, Ρ῾ηϊδίου πρήγματος ἐπιτυχόντες.

εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως: τε γὰρ ἀσκὸς, ἐμφυσώμενος, οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ ἑωυτὸν αὐτὸς μέσος, καὶ τῶν μηρῶν ἴσως κατὰ τὸ μέσον ἔτι κατωτέρω: οἵ τε αὖ μηροὶ φύσει γαυσοὶ πεφύκασιν, ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ τῶν μηρῶν φύσις ἀπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου.

εἴ τε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἰσχὺς ἐοῦσα ἀδύνατος ἔσται ἀναγκάζειν τὸ ἄρθρον.

εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι, ἐπὶ πουλὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους, καὶ ἅμα τῇ: κατατάσει τοῦ σώματος ἀσκὸς φυσητέος: τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καὶ καταδέειν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: