Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
65.
Ὅσοισι δ᾽ ἂν κνήμης ὀστέον,
ἕλκος ποιησάμενον παρὰ τὸ
γόνυ,
ἔξω ἐξίσχῃ,
ἤν τε ἐς τὸ ἔξω μέρος,
ἤν τε ἐς τὸ ἔσω,
τούτοισιν ἢν μέν τις ἐμβάλῃ,
ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν,
ἤπερ τοῖσιν ἑτέροισι,
καίπερ κἀκείνοισιν ἕτοιμος ἐών.
ἢν δὲ
μὴ ἐμβαλὼν ἰητρεύῃς,
ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν.
κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται,
ὅσῳ ἂν ἀνωτέρω,
καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ,
καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ.
ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος
ποιησάμενον ἐξολίσθῃ,
ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν,
ἔτι βιαιότερον
καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων:
μὴ
ἐμβληθὲν δὲ,
πουλὺ κινδυνωδέστερον,
ἢ τὰ πρόσθεν:
ὅμως δὲ
μούνη ἐλπὶς αὕτη σωτηρίης.