Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
64.
ωὑτὸς δὲ λόγος οὗτος,
ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα
τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ,
ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς,
ἤν τε ἐς τὸ ἔξω.
σάφα γὰρ
ἐπίστασθαι χρὴ,
ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ,
οἵῳπερ καὶ πρόσθεν εἴρηται,
ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα
ἐμμείνῃ.
οἷσι δ᾽ ἂν μὴ ἐμβληθῇ,
μηδὲ πειρηθῇ ἐμβάλλεσθαι,
οὗτοι πολὺ πλείονες περιγίνονται:
ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν ἐπιτηδείη,
οἵηπερ εἴρηται:
τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι,
καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ
ἀχρηΐους:
ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα,
ξυγκάμπτειν οὐ δύνανται τοὺς δακτύλους:
ἢν δὲ ἐς τὸ ἔξω μέρος,
ἐκτανύειν οὐ δύνανται.