previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


44.

εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν πάντως, ἐπὶ πόδας κατασείειν λυσιτελέει, ὥσπερ ἤδη εἴρηται: πλείων γὰρ οὕτω γίνεται καταῤΡ῾οπίη ἐπὶ ταῦτα.

Ἑρμάσαι δὲ χρὴ, κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα: καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα: τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, καὶ μὴ πρὸς τὴν κλίμακα: τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα, ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι: ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατασεισιν, σκοπέειν: τὰ δὲ σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ, ὡς κατὰ τὴν Ρ῾άχιν ἰθύῤΡ῾οπα ἔῃ.

ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι: αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πουλὺν ὄχλον, καὶ πολλὴν ὄψιν, καὶ πουλὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: