previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


43.

Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος κύφωσις γίνεται, ἧσσον εἰκὸς ὠφελέειν τὰς κατασείσιας ταύτας τὰς ἐπὶ κεφαλὴν: σμικρὸν γὰρ τὸ βάρος κεφαλὴ καὶ τὰ ἀκρώμια καταῤΡ῾έποντα: ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι: μέζων γὰρ οὕτως καταῤΡ῾οπίη ἐπὶ ταῦτα.

Ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τουτέοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι.

εἰ οὖν τις ἐθέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι: τὴν μὲν κλίμακα χρὴ σκυτίνοισιν ὑποκεφαλαίοισι πλαγίοισιν, ἐρινέοισι, καταστρῶσαι εὖ προς δεδεμένοισιν, ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν, ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι: ἔπειτα τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρή: κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτας, δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ: προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων, καὶ ἀνωτέρω: προσδῆσαι δὲ καὶ κατὰ τὰ ἰσχία: κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι

τὴν κατάσεισιν: τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα, καὶ μὴ πρὸς τὴν κλίμακα.

ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα πρὸς τύρσιν τινὰ ὓψηλὴν, πρὸς ἀέτωμα οἴκου: τὸ δὲ χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω: τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσοῤΡ῾όπως καὶ ἐξαπιναίως ἀφήσουσι, καὶ μήτε κλίμαξ ἑτερόῤΡ῾οπος ἐπὶ τὴν γῆν ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται.

ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος, ἔτι κάλλιον ἄν τις σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα, ἀπὸ ὄνου.

ἀηδὲς μὴν καὶ μακρολογέειν περὶ τούτων: ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν κάλλιστ᾽ ἄν τις κατασεισθείη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: