Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
4.
ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ,
ᾗ κατωμίζουσιν ἐς ὀρθόν:
μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα,
διαλαβόντα δὲ τὴν χεῖρα,
ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν:
κἄπειτα
ὑποστρέψαι,
ὡς ἂν ἐνίζηται ἕδρῃ,
οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ
τὴν μασχάλην:
αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν
ὦμον ποιεέτω,
ἢ ἐπὶ τὸν ἕτερον:
τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα:
ἐν
τούτῳ δὲ τῷ σχήματι προσανασειέτω,
ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον,
ὡς ἀντιῤΡ῾έποι τὸ ἄλλο σῶμα αὐτῷ,
ἀντίον τοῦ βραχίονος τοῦ
κατεχομένου:
ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος,
προσεπικρεμασθήτω
τούτου ὄπισθέν τις κοῦφος παῖς.
αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ
παλαίστρην εὔχρηστοί εἰσιν,
ὅτι οὐδὲν ἀλλοίων ἀρμένων δέονται
ἐπεισενεχθῆναι:
χρήσαιτο δ᾽ ἄν τις καὶ ἄλλοθι.