previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


34.

ἢν δὲ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ ῾μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί: ἀλλ᾽ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον̓, ἢν οὖν διαστῇ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν: τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους: τὸ δὲ εἴσω Ρ῾έπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους.

ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν: ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, εἰ ἐγχρίπτων τις ἐς ἄλληλα

τὰ ὀστέα, καταναγκάζειν πειρᾶται: τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι.

ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται.

ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν.

ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤΡ῾όπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤΡ῾οπον ἐόν: τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ ῾ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος᾿: ἢν δὲ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν.

κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη

μὲν ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται: ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: