previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


14.

κληϊς δὲ κατεαγεῖσα, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν: ἢν δὲ παραμηκέως, δυσιητοτέρη.

τἀναντία δὲ τούτοισίν ἐστιν, ὡς ἄν τις οἴοιτο: τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν: καὶ γὰρ εἰ πάνυ προμηθηθείη, τὸ ἀνωτέρω κατωτέρω ἂν ποιήσειε, σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει ἁρμοζούσῃ: εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ᾽ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται.

ὧν δὲ ἂν παράμηκες τὸ ὀστέον κατεαγῇ, ἰκέλη ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται: οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, τε ὑπερέχουσα ὄκρις τοῦ ὀστέου ὀξείη γίνεται κάρτα.

τὸ μὲν οὖν ξύμπαν, εἰδέναι χρὴ, ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ, οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῗδος, ἢν μὴ ἐπισφακελίσῃ: ὀλιγάκις δὲ τοῦτο γίνεται.

αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῗδος, καὶ τούτοισι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν

ἐπὶ ἧσσον γίνεται.

ξυμφύεται δὲ ταχέως κληϊς, καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα: ταχείην γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα.

ὅταν μὲν οὖν νεωστὶ κατεαγῇ, οἱ τετρωμένοι σπουδάζουσιν, οἰόμενοι μέζον τὸ κακὸν εἶναι, ὅσον ἐστίν: οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι: προϊόντος δὲ τοῦ χρόνου, οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι, οὐδὲ κωλυόμενοι οὔτε ὁδοιπορίης, οὔτε ἐδωδῆς, καταμελέουσιν: οἵ τε αὖ ἰητροὶ, ἅτε οὐ δυνάμενοι καλὰ τὰ χωρία ἀποδεικνύναι, ἀποδιδράσκουσι, καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων: ἐν τούτῳ δὲ ἐπιπώρωσις ξυνταχύνεται.

ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν: καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι, καὶ τοῖσιν ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο πιέζειν.

Ἐἰσὶ δὲ δή τινες, οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον: ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες: ἀτὰρ δὴ οὐδ᾽ οὗτος τρόπος κληῗδος κατήξιός ἐστιν: οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν, τι καὶ ἄξιον λόγου.

ἄλλοι δ᾽ αὖ τινές εἰσιν, οἵτινες, καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ

κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι: ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες: κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν.

οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ᾽ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα.

ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα: οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ᾽ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως: ἀλλ᾽ ὅμως εἰ καὶ κατακείμενος τὸ σκέλος συγκάμψειεν, αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο: ἄλλως τε ἀσηρὴ ἐπίδεσις: τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται: τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως

ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι, καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα.

ἄγχιστα δ᾽ἄν τις δοκέοι ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονιων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι: οὕτω γὰρ ἂν μάλιστο τὰ: ἐπιδέσματα μόνιμά τε εἴη, καὶ ἀλλήλοισι τιμωρέοι.

τὰ μὲν οὖν πλεῖσταεἴρηται, ἅσσα καταλαμβάνει τοὺς τὴν κληῗδα καταγνυμένους.

Προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληϊς ὡς ἐπὶ τὸ πολὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον ἐς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι.

αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πολὺ, οὔτε ἀνωτέρω χωρήσειεν: σμικρὸς γὰρ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθεϊ: αὐτό τε γὰρ ἑωυτῷ ξυνεχές ἐστι τὸ στήθος, καὶ τῇ Ρ῾άχει: ἄγχιστα μὴν κληϊς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν: ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι

διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν.

ἄλλως τε, ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον, καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει: καὶ γὰρ πέφυκε κοῦφον, καὶ εὐρυχωρίη αὐτῷ ἄνω πλείων κάτω.

δὲ ὦμος, καὶ βραχίων, καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά ἐστιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος, καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πολὺ ἀνάγεσθαι καὶ κατωτέρω ὅταν οὖν καταγῇ κληϊς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤΡ῾έπει: ἐς τοῦτο γὰρ ἐπιφορώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω Ρ῾έψαι μᾶλλον, ἐς τὸ ἄνω.

ὁπότε οὖν ταῦτα τοιαῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται.

ἀλλὰ δῆλον, ὅτι τὸ κάτω πρὸς τὸ ἄνω προσακτέον ἐστίν: τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος.

δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο ῾αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἀπαναγκάζουσιν̓: εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη.

εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως ξυναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίοι, ἰητρεύοι τε ἂν τάχιστα καὶ κάλλιστα.

κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν

ἐστιν: καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: