previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


6.

ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα: τὸ δ᾽ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται, ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν, καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν.

καὶ ἢν ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντα, τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί.

ἐπὴν δὲ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι, τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν, ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεξιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν.

μετὰ δὲ ταῦτα, τε πόνος, αἵ τε Ρ῾ᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵ περ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων.

ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ᾽ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα, κατὰ λόγον, ᾗπερ καὶ ἐπίδεσις ἐχάλα μᾶλλον ἐπίεζεν.

παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ἐξέστη τὸ κάτηγμα, μὴ μὴν πολλῷ.

ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ᾽ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσηται νάρθηξ, ἀλλὰ τῇ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ ἰθυωρίην τὸ ὀστέον ὑπερέχει ἐν τῷ καρπῷ, ἀλλὰ τῇ τῇ.

ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρῃ κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων, βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπόν: κίνδυνος γὰρ ἑλκώσιος, καὶ νεύρων ψιλώσιος.

χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξι πάνυ ἡσυχῇ, οὕτω τῇ γνώμῃ ἔχοντα, ὡς οἱ νάρθηκες φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ᾽ οὐ τῆς πιέξιος εἵνεκεν ἐπιδέωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: