previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


36.

Ὅσοισι δὲ μηροῦ ὀστέον βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται.

τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα, καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες: καὶ ἢν μὲν ἐμβάλλῃς, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ, πυρετοὶ ὀξέες, καὶ ἐπίχολοι, καὶ λυγγώδεες, καὶ ἐπιμεαινονται.

περιγίνονται δὲ οὐχ ἧσσον, οἷσι μὴ ἐμβληθῇ, μηδὲ ειρηθῇ ἐμβάλλεσθαι: ἔτι δὲ μᾶλλον περιγίνονται, οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν, οἷσι τὸ ἄνω: περιγένοιντο δ᾽ ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν.

μελέται γὰρ μελετέων μέγα διαφέρουσι,

καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην.

διαφέρει δὲ μέγα, καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ: πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν: εἰσὶ δὲ καὶ ἐν τῷ ἔξω μέρει, ἧσσον δέ.

ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν, ὁκοῖοί τινές εἰσι, καὶ προλέγειν χρὴ πρὸς τοὺς καιρούς.

εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβάλλειν, ἐλπίζοις δὲ ἐμβαλεῖν, καὶ μὴ πολλὴ παράλλαξις εἴη τοῦ ὀστέου, καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες ῾φιλέουσι γὰρ ξυνθεῖν̓, μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: