previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


30.

ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων, τῶν εἰρησομένων, τούτους περὶ πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς τοῦ σώματος κατ᾽ ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον τῷ κατωτέρω.

εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος: μάλιστα δὲ

ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδεμένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, ὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες.

οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν: οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως ν ἔτι τείνοιτο: οὔτ᾽ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος τῇ τῇ, οὐδὲ κωλύσει δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι.

εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο: ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος.

εἰ δέ τις σφαίρας δύο Ρ῾άψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βρ: χυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, μὲν ἄνωθεν τῶν σφυρῶν, δὲ κάτωθεν τοῦ γούνατος:

ἐκ δὲ πλαγίης ἄκρης δισσὰ κάτωθεν ἔχοι προσηρτημένα, ἁπλόου ἱμάντος, διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος: καὶ ἄνωθεν σφαῖρα

ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν.

κἄπειτα κραναΐνας Ρ῾άβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα τῶν Ρ῾άβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ᾽ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει.

εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν Ρ῾άβδων, καὶ πλέω, καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται, καὶ ἧσσον: ἔστωσαν δὲ αἱ Ρ῾άβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν.

ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη: τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρόν: αἵ τε Ρ῾άβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης: τό τε τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον: οὐδὲν γὰρ ἐμποδὼν, εἴ τις ἐθέλοι τὰς δύο τῶν Ρ῾άβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας

ζεῦξαι, καὶ ἤν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι.

εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ Ρ῾αφεῖεν, καὶ ἔντασις τῶν Ρ῾άβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα: εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ὠφελέοι.

χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς καλῶς μηχανᾶσθαι, μὴ μηχανᾶσθαι: αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: