previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


28.

ἢν δ᾽ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ᾽ ἐπίδοξα ἀναπλῶσαι, οὐ

χρὴ ὀῤΡ῾ωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης: οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι.

σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης: πῦον γὰρ συχνὸν Ρ῾έει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται.

πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον: ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά.

ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ᾽ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ

πῦον, ἀλλ᾽ εὐαπόῤΡ῾υτον , καὶ πυκνότερον μετεπιδεῖν, ἔστ᾽ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: