Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
21.
τὰ δὲ οἰδήματα τὰ κατ᾽ ἰγνύην,
ἢ κατὰ πόδα,
ἢ κατά τι
ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος,
εἰρίοισι πουλλοῖσι,
Ρ῾υπαροῖσιν,
εὖ κατεργασμένοισιν,
οἴνῳ καὶ ἐλαίῳ Ρ῾ήνας,
κηρωτῇ ὑποχρίων,
καταδεῖν,
καὶ ἢν ζωσιν οἱ νάρθηκες,
χαλᾷν.
θᾶσσον
ἰσχναίνοις δ᾽ ἂν,
εἰ,
ἀφιεὶς τοὺς νάρθηκας,
ὀθονίοισι συχνοῖσιν
ἐπιδέοις τὰ οἰδήματα,
ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ
ἄνω νεμόμενος:
οὕτω γὰρ ἄν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο,
καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα.
ἀλλ᾽ οὐ χρὴ
τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος,
ἢν μὴ κίνδυνος ᾖ ἐν
τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ:
γίνεται δὲ οὐδὲν τοιοῦτο,
ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα,
ἢ κατακρεμάμενον ἔχῃ,
ἢ
κνῆται τῇ χειρὶ,
ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν
χρῶτα.